Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.214 Joseph. AJ 4.219 (English) >>Joseph. AJ 4.223

4.217 γὰρ θεὸς ἂν οὕτως δόξειε καταφρονεῖσθαι καὶ ἀσθενέστερος ἐκείνων οἷς ἄν τις κατὰ φόβον ἰσχύος προσνέμοι τὴν ψῆφον κεκρίσθαι· τοῦ θεοῦ γὰρ ἰσχύς ἐστι τὸ δίκαιον. τοῖς ἐν ἀξιώμασι τυγχάνουσι καταχαριζόμενός τις ἐκείνους τοῦ θεοῦ δυνατωτέρους ποιεῖ. 4.218ἂν δʼ οἱ δικασταὶ μὴ νοῶσι περὶ τῶν ἐπʼ αὐτοὺς παρατεταγμένων ἀποφήνασθαι, συμβαίνει δὲ πολλὰ τοιαῦτα τοῖς ἀνθρώποις, ἀναπεμπέτωσαν τὴν δίκην εἰς τὴν ἱερὰν πόλιν, καὶ συνελθόντες τε ἀρχιερεὺς καὶ προφήτης καὶ γερουσία τὸ δοκοῦν ἀποφαινέσθωσαν. 4.219

Εἷς δὲ μὴ πιστευέσθω μάρτυς, ἀλλὰ τρεῖς τὸ τελευταῖον δύο, ὧν τὴν μαρτυρίαν ἀληθῆ ποιήσει τὰ προβεβιωμένα. γυναικῶν δὲ μὴ ἔστω μαρτυρία διὰ κουφότητα καὶ θράσος τοῦ γένους αὐτῶν· μαρτυρείτωσαν δὲ μηδὲ δοῦλοι διὰ τὴν τῆς ψυχῆς ἀγένειαν, οὓς διὰ κέρδος εἰκὸς διὰ φόβον μὴ τἀληθῆ μαρτυρῆσαι. ἂν δέ τις ψευδομαρτυρήσας πιστευθῇ, πασχέτω ταῦτʼ ἐλεγχθεὶς ὅσα καταμαρτυρηθεὶς πάσχειν ἔμελλεν. 4.220

Ἂν δὲ πραχθέντος φόνου ἔν τινι χώρᾳ μὴ εὑρίσκηται δράσας μηδʼ ὑπονοῆταί τις ὡς διὰ μῖσος ἀπεκτονηκώς, ζητείτωσαν μὲν αὐτὸν μετὰ πολλῆς σπουδῆς μήνυτρα προθέμενοι· μηδενὸς δὲ μηνύοντος αἱ ἀρχαὶ τῶν πόλεων τῶν πλησίον τῇ χώρᾳ, ἐν φόνος ἐπράχθη, καὶ γερουσία συνελθόντες μετρείτωσαν ἀπὸ τοῦ τόπου ὅπου κεῖται νεκρὸς τὴν χώραν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.214 Joseph. AJ 4.219 (English) >>Joseph. AJ 4.223

Powered by PhiloLogic